Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 161
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 161-3
Not analysed yet
a. αἰπειναί: δυσέφικτοι. b. σοφίαι μὲν αἰπειναί: τουτέστιν ἐφ᾿ ὑψηλοῦ καὶ προβάσεως κεῖνται αἱ σοφίαι, ὥστε εἶναι τὴν ἐπ᾿ αὐτὰς ὁδὸν δυσχερῆ. c. ἢ οὕτως· ὑψηλόν ἐστι καὶ ἐν μετεώρῳ κείμενον τὸ ἀρετὴν ἔχειν. ὡς Ἡσίοδος (Op. 289)· τῆς δ᾿ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν. d. ἢ οὕτως· αἱ μὲν σοφίαι ὑψηλαί εἰσιν καὶ πόρρω καὶ δυσχερεῖς.