Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 163
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 163-3
Not analysed yet
a. ὄρθιον ὤρουσαι: ὀξὺ καὶ μέγα. Ὅμηρος (Λ 11)· ὄρθι᾿, Ἀχαιοῖσιν δὲ μέγα σθένος. b. λέγει δὲ πρὸς τὸν χορὸν περὶ τοῦ νενικηκότος· βόησον ἀνατεταμένον θαρσῶν ὅτι θείᾳ μοίρᾳ ἐγένετο πρὸς ἄθλησιν οὗτος ὁ ἀνήρ. c. ἢ πρὸς ἑαυτὸν λέγει ὅτι ὥρμησα ὀξέως. d. θαρσέων: θαρρῶν φώνησον ἀνατεινάμενος, ὦ θυμὲ, ὅτι θείᾳ μοίρᾳ ἐγένετο πρὸς ἄθλησιν οὗτος ὁ ἀνήρ. περὶ δὲ τοῦ νενικηκότος ὁ λόγος.