Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 166
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 166-2
Not analysed yet
a. Αἰάντειον: τὸ ἑξῆς· Αἰάντειον βωμὸν ἔστεφε νικῶν ἐν δαιτὶ, τουτέστιν ἐν τῷ ἀγῶνι, τοῦ Ὀιλέως παιδός· ἀπὸ δὲ τοῦ ῑ τὸ ὄνομα εἶπεν· ὡς καὶ τὰ ἐν Ὀποῦντι Αἰάντεια νενικηκότος καὶ ἐστεφανωκότος τὸν Αἴαντος βωμόν. ἄγεται δὲ ταῦτα τῷ Λοκρῷ Αἴαντι ἐν Ὀποῦντι. b. Αἰάντειόν τ᾿ ἐν δαιτί: τὰ Αἰάντεια ἐν Ὀποῦντι ἄγεται· ἃ νικήσας ἐστεφάνωσε τὸν Αἰάντειον βωμὸν ἐν πανηγύρει.