Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 168
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 168-2
Not analysed yet
a. σάφα δαείς: σαφῶς μεμαθηκὼς ἃ οἱ πατέρες αὐτῷ ἐχρησμῴδησαν καὶ ὑπέθεντο. b. σάφα δαείς: ταῦτα λοιπὸν ὡς πρὸς ἑαυτόν φησιν ὁ ποιητής· σαφῶς γνοὺς ἅτινα αὐτῷ αἱ τῶν ἀγαθῶν αὐτοῦ πατέρων ὀρθαὶ φρένες ἐξέχραον, οἱονεὶ ἐχρησμῴδουν καὶ παρῄνουν. ὡς περὶ εὐσεβῶν δὲ λίαν ὑπαινίττεται. c. ἅ τέ οἱ πατέρων: τοῦτο παρὰ τὸ Ὁμηρικὸν εἴρηται (Ζ 209)· μηδὲ γένος πατέρων αἰσχυνέμεν. d. τουτέστι μὴ ἀπόκρυπτε τοὺς προγόνους, ὦ θυμὲ, ἀλλὰ ὕμνει. ἑαυτῷ δὲ ὁ Πίνδαρος παρακελεύεται.