Ancient Greek
17.Part d to 17.Part h
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 17.Part d-Part h
Not analysed yet
d. νέμει γὰρ ἀτρέκεια πόλιν Λοκρῶν: ἀντὶ τοῦ νέμεται καὶ ἔστιν ἐν τῇ ἀληθείᾳ, |τουτέστι καὶ μεθ᾿ ἑαυτῆς ἔχει τὴν ἀλήθειαν ἡ τῶν Λοκρῶν πόλις. |οὐ δεῖ οὖν, φησιν, οὐδ᾿ ἐμὲ ψεύδεσθαι. e. νέμει γὰρ ἀτρέκεια πόλιν Λοκρῶν, τουτέστιν ἀληθεύει ἡ τῶν Λοκρῶν πόλις. |διὸ καὶ ἐμοὶ τὴν πρὸς αὐτοὺς ἀλήθειαν φυλακτέον. f. ἐπεὶ γὰρ περὶ χάριτός ἐστιν ὁ λόγος, φησὶν· ὅπα τε κοινὸν λόγον τίσομεν ἐς χάριν· ἀπονέμει γὰρ ἡ τραχεῖα πόλις. g. τινὲς οὕτως· οἶδεν ἀντιχαρίζεσθαι ἡ τῶν Λοκρῶν πόλις. h. νέμει γὰρ ἀτρέκεια πόλιν Λοκρῶν: ἀντὶ τοῦ ἔχει νομὴν καὶ δίδωσι λαβὰς ἡ πόλις τῶν Λοκρῶν |πρὸς ἐγκώμια· διὸ ἐπήνεγκε· μέλει τέ σφι Καλλιόπα καὶ χάλκεος Ἄρης. καὶ γὰρ καὶ ἐν τῇ μουσικῇ διαφέρουσι κἀν τοῖς κατὰ πόλεμον· διὸ ἀφορμὰς δίδωσι τοῖς βουλομένοις.