Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 173
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 173-2
Not analysed yet
a. ἐν δὲ μιᾷ μοίρᾳ χρόνου: ἐκ τούτου ἐμφαίνει ὅτι ἄνωθεν αὐτῷ περὶ τὸν οἶκον συμφορὰν συνέβη γενέσθαι, νῦν δὲ ἑτέρως αὐτοῖς πνέει τὰ πράγματα. παραμυθεῖται οὖν αὐτόν. b. ἐν δὲ μοίρᾳ μιᾷ χρόνου: ἐν τῷ βραχεῖ δὲ χρόνῳ τὰ πράγματα ἄλλοτε ἄλλως διατίθεται. εἶπε δὲ ἀλληγορικῶς, ὡς πρὸ ὀλίγου τινὸς λυπηροῦ αὐτῷ συμβάντος, καὶ ὅτι λοιπὸν ὀφείλει, ἑτέρας αὔρας τὸ δὴ λεγόμενον πνευσάσης, τέρπεσθαι καὶ ἐν εὐτυχίᾳ πάσῃ καὶ χαρᾷ διαζῆν.