Ancient Greek
Scholia in Olympionicarum carmen I., Line 174
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 174.Part a
Not analysed yet
a. εἰ δὲ μὴ ταχὺ λίποι: εἰ δὲ μὴ ταχέως με ἐπιλίποι ἡ Μοῦσα· |καὶ φανερώτερον τὸν λόγον ἐφ᾿ ἑαυτοῦ τίθησι Πίνδαρος. οὐκ ἦν γὰρ προσῆκον περὶ τοῦ ἐγκωμιαζομένου λέγειν, ἐὰν μή σε ἐπιλίποι ἡ εὐδαιμονία, ἀλλὰ μετριώτερον ἔστιν αὐτὸ λαμβάνειν, ἐὰν ἐπὶ τοῦ Πινδάρου ἀκούωμεν· ἐὰν οὖν, φησι, μή με ἐπιλίποι ἡ Μοῦσα, |δυνήσομαί σοι καὶ αὖθις τεθρίππῳ νικήσαντι γλυκερώτερον καὶ ἡδύτερον ὕμνον γράψαι καὶ ἐγκωμιάσαι σε, βοηθὸν τῶν ἐμαυτοῦ ποιημάτων εὑρίσκων τὴν σὴν νίκην· σοῦ γὰρ νικήσαντος ἔσται μοι πρόφασις καὶ ὁδὸς ἀφ᾿ ἦς με δεῖ ἐγκωμιάσαι.