Ancient Greek
18.Part a to 18.Part b
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 18.Part a-Part b
Not analysed yet
a. Ἀγησία: σοὶ · δὲ, ὦ Ἀγησία, πάρεστιν ἕτοιμον ἔχειν τὸν ἔπαινον ὡς ἐπῄνεσεν ὁ Ἄδραστος εἰς Ἀμφιάραον. οὗτος ὑπὸ γῆς κατεπόθη πολεμῶν ἐν Θήβαις. τίς οὖν τοῦ Ἀδράστου πρὸς τὸν Ἀμφιάραον ἔπαινος ἐοικώς σοι; ἐκεῖνος ἀγαθὸς ἦν πολεμεῖν καὶ μάντις, σὺ δὲ καὶ ἀνδρεῖος καὶ μάντις ἀγαθός. ἔχεις δὴ τὸν Ἀμφιαράου ἔπαινον ἑτοίμως. b. Οἰκλέους δὲ παῖς Ἀμφιάραος.