Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 18
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 18.Part a-2
Not analysed yet
a. Ζεφυρίων: τῶν Ἐπιζεφυρίων. τρισσά εἰσιν ἐν Ἑλλάδι ἔθνη τῶν Λοκρῶν· Ἐπικνημίδιοι καὶ Ὀζόλαι καὶ Ἐπιζεφύριοι· Ἐπικνημίδιοι μὲν οἱ μετὰ τοῦ Ὀιλέως Αἴαντος εἰς Ἴλιον παραγενόμενοι· οἳ τὸ ὄνομα παρ᾿ οὓς αἱ κνημῖδες τοῦ Ὀιλέως Αἴαντος ὅπου κεῖνται. Ὀζόλαι δὲ ὑπέρκεινται καὶ αὐτοὶ . . . ἀπὸ τῶν φυγόντων Κενταύρων ἐκλήθησαν Ὀζόλαι. τρίτον δὲ Ἐπιζεφύριοι Ἰταλοὶ μίαν πόλιν καὶ οὐκ ἐθνηδὸν οἰκοῦντες· ἀπὸ δὲ ἄκρας ὑπερκειμένης Ἐπιζεφυρίας ἐκλήθησαν Ἐπιζεφύριοι· ὧν εἷς ἐστιν ὁ νενικηκώς.