Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 19
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 19-2
Not analysed yet
a. μόρσιμος: οὐχ ὁ μεμοιραμένος, ἀλλ᾿ ἀντὶ τοῦ εὔμοιρος. Ὅμηρος (Γ 182)· μοιρηγενὲς ὀλβιόδαιμον. b. βούλεται δὲ λέγειν ὅτι ὁ βίος αὐτοῖς ἐπηκολούθησεν ἐκ πεπρωμένης τινὸς τὴν εὐδαιμονίαν αὐτοῖς καὶ τὴν χάριν ἐπιπέμπων ἐπὶ ταῖς γνησίαις αὐτῶν ἀρεταῖς. c. αἰών τ᾿ ἔφεπε μόρσιμος: ἐπηκολούθησε δὲ τὴν εὐδαιμονίαν ἄνωθεν ἐπιπέμπων ταῖς γνησίαις αὐτῶν ἀρεταῖς. d. ἢ οὕτως· εὔμοιρος βίος ἐπηκολούθησεν αὐτοῖς ἐκ πεπρωμένης τινός. e. ὡς καὶ παρ᾿ Ὁμήρῳ (Γ 182)· μοιρηγενὲς ὀλβιόδαιμον.