Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 19
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 19-4
Not analysed yet
a. ἄλλοτε δ᾿ ἄλλον: τὸ ἑξῆς· ἄλλοτ᾿ ἄλλον ἡ Χάρις ἐποπτεύει. [τὸν] κομίζονται τῶν κακοπαθειῶν τὴν χάριν οἱ ὑμνηθέντες. b. δύναται δὲ καὶ ἡ χάρις ἐποπτεύειν ἅμα μὲν ἁδυμελεῖ φόρμιγγι παμφώνων τε ἐν ἔντεσιν αὐλῶν ὅπερ νικῶσι τοῖς νικηφόροις συμβαίνει ποιεῖν. c. περιφραστικῶς εἶπε τοὺς αὐλοὺς ἔντεα παρὰ τὸ ἔσω τὴν φωνὴν ἔχειν. d. ἄλλοτε δ᾿ ἄλλον ἐποπτεύει χάρις: Ἀρίσταρχος χάριν ἀκούει τὴν τῆς εὐδαιμονίας· βέλτιον δὲ τὴν τῶν ποιημάτων. e. ζωθάλμιος δὲ, ἡ θάλλειν αὐτοὺς ποιοῦσα καὶ οἱονεὶ ζῆν διαπαντὸς μνημονευομένους. f. ἄλλως· ἐποπτεύει χάρις: ἡ τῶν ποιημάτων ἡδονή. g. ὁ δὲ νοῦς· [ἄλλοτε δ᾿ ἄλλον ἡ ζωθάλμιος χάρις, ἡ τῆς νίκης,] καταλαμβάνει δὲ καὶ ἐποπτεύει ἡ χάρις τοὺς νικηφόρους σύν τε κιθάρᾳ καὶ αὐλοῖς ποικίλως φθεγγομένοις. h. ζωθάλμιος ἀντὶ τοῦ ζῶσα καὶ θάλλουσα.