Ancient Greek
Scholia in Olympionicarum carmen IV., Line 21
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 21-2
Not analysed yet
a. εὔφρων εἴη: καὶ εἰς τὸν πάντα χρόνον εὔφρων ὁ θεὸς εἴη αὐτῷ. b. θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς: εὐμενής. c. μετὰ ταύτης οὖν αὐτοῦ τῆς δόξης εἴη αὐτῷ ταῖς λοιπαῖς εὐχαῖς εὐμενὴς ὁ θεός· ἐπειδὴ ἄξιος ἐπαίνου μοι δοκεῖ εἶναι διὰ τὸ εἶναι αὐτὸν λίαν πρόθυμον ἐπὶ τὸ ἱπποτροφεῖν, |καὶ ὅτι φιλόξενός ἐστι πάντας δεξιούμενος. εἰς τὸν μετὰ ταῦτα οὖν χρόνον θεὸς εὔφρων αὐτῷ γένοιτο. |d. ἄλλως· εὐχαῖς: τοῦ νικηφόρου. e. ὁ Ζεύς, φησιν, εἴη εὔφρων καὶ ταῖς λοιπαῖς εὐχαῖς, ἐπειδὴ τὰς περὶ τῆς νίκης ἐτέλεσεν.