Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 21
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 21.Part a-2
Not analysed yet
a. Ἰολάῳ φερέτω χάριν: ἐτράπη μὲν ἐν τῇ μάχῃ τοῦ Κύκνου ὁ Ἡρακλῆς. ὁ Κύκνος υἱὸς ὢν τοῦ Ἄρεος ἐν τῇ παρόδῳ τῆς Θεσσαλίας οἰκῶν τοὺς παριόντας ξένους ἐκαρατόμει, ἐκ τῶν κεφαλῶν ναὸν τῷ Ἄπόλλωνι ποιῆσαι βουλόμενος. παριόντι τοίνυν τῷ Ἡρακλεῖ ἐπεβούλευσε, καὶ συστάσης μάχης ἐτράπη εἰς φυγὴν ὁ Ἡρακλῆς συλλαβομένου τοῦ Ἄρεος ὡς παιδὶ τῷ Κύκνῳ. ἀλλὰ ὕστερον αὐτὸν μόνον γενόμενον ἐνίκησεν ὁ Ἡρακλῆς. ἔοικε δὲ ὁ Ἀγησίδαμος ἡττῆσθαι πρῶτον, εἶτα ὕστερον ὑπὸ Ἰολάου παροξυνθεὶς νενικηκέναι. τῷ Ἰολάῳ, φησὶν οὖν, χάριν ἐχέτω ὁ Ἀγησίδαμος ὥσπερ Ἀχιλλεῖ Πάτροκλος.