Ancient Greek
Scholia in Olympionicarum carmen III., Line 22
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 22-2
Not analysed yet
See previous =21 b. b. Αἰτωλὸς ἀνὴρ ὑψόθεν: Αἰτωλὸς ἀντὶ τοῦ Ἠλεῖος. Ὄξυλος γάρ τις, εἷς τῶν Αἰτωλῶν, ἡνίκα ἐπὶ τὴν Πελοπόννησον οἱ Ἡρακλεῖδαι ἠπείγοντο, καθηγήσατο αὐτοῖς τῆς ὁδοῦ, ἀντιδόσεως δὲ τρόπῳ τινὶ τὴν Ἠλείων ἡγεμονίαν παρ᾿ αὐτῶν λαμβάνει· παρ᾿ οὗ λοιπὸν οἱ Ἠλεῖοι Αἰτωλοὶ ὠνομάσθησαν. διὰ τοῦτο οὖν Αἰτωλὸς ἀνὴρ ὁ Ἠλεῖος. c. ἄλλως· Αἰτωλὸς ἀνὴρ ὁ Ἠλεῖος, ἤτοι ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ὃς ἦν Ἠλεῖος, ἀποκτείνας δὲ Ἄπιν ἐν τοῖς ἐπ᾿ Ἀζᾶνι ἄθλοις ἔφυγεν εἰς τὴν πρότερον Κουρῆτιν, Αἰτωλίαν δὲ ὕστερον ἀπ᾿ αὐτοῦ κληθεῖσαν. ἢ ἀπὸ Ὀξύλου, ὃς ἦν Αἰτωλὸς τοῦ Ἀνδραίμονος, διεῖλε δὲ τοῖς Ἡρακλείδαις τὴν Πελοπόννησον, καὶ διὰ τοῦτο ἐδωρήσαντο αὐτῷ ἐξαίρετον τὴν Ἦλιν. d. ἄλλως· Αἰτωλοὶ πρῶτοι ἐγένοντο Ἑλλανοδίκαι ἐν Ὀλυμπίᾳ. καὶ ὅτι ὁ κτίστης τῆς Ἤλιδος Ὄξυλος Αἰτωλὸς ἦν. e. (Αἰτωλός:) Ἠλεῖος.