Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 24
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 24-5
Not analysed yet
a. ἃν Θέμις: ἣν ἡ Θέμις λέλογχεν [ἀντὶ τοῦ ἥντινα] καὶ ἡ θυγάτηρ αὐτῆς Εὐνομία. ἐνήλλαχε δὲ τὴν πτῶσιν. b. Θέμιδος δὲ θυγατέρα καὶ Ἡσίοδος (th. 901)· δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας, Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν. c. ὁ δὲ λόγος ἐπὶ τῆς Ὀποῦντος, ὅθεν ἦν ὁ νικηφόρος. d. ἃν Θέμις: ἥντινα Ὀποῦντα ἥ τε Θέμις καὶ ἡ θυγάτηρ ταύτης Εὐνομία ἡ τὰς πόλεις σώζουσα κεκλήρωται κατέχειν· |ἥτις Εὐνομία μεγάλην δόξαν ἔχει.