Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 24
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 24.Part c
Not analysed yet
c. τὰν ποντίαν ὑμνέων παῖδ᾿ Ἀρφοδίτας: σύνηθες τῷ Πινδάρῳ τὰ τῶν Νηρηίδων ὀνόματα κατὰ τῶν πόλεων τῶν ὁμωνύμως λεγομένων τάττειν, καὶ τοὔμπαλιν· ἔστι δὲ ὅτε καὶ συμπλέκειν, ὥσπερ καὶ νῦν. παῖδα Ἀφροδίτης μὲν γὰρ λέγει τὴν ἡρωίδα· ὅτι δὲ ποντίαν ὀνομάζει, τὴν νῆσον βούλεται δηλοῦν. ἐὰν δὲ γράφηται παῖδα Ἀμφιτρίτης, ὡς Ἀμφιτρίτης αὐτῆς καὶ Ποσειδῶνος οὔσης τῆς Ῥόδου θυγατρός. κατὰ δὲ ταύτην τὴν γραφὴν τὸ ποντία οὐκέτι ἐπὶ τῆς νήσου θετέον, |ἀλλ᾿ ἐπὶ τῆς Ἀμφιτρίτης· καὶ γὰρ αὕτη ἐνάλιος δαίμων.