Ancient Greek
Scholia in Olympionicarum carmen IV., Line 25
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 25.Part x-2
Not analysed yet
χαίροντά τε: καὶ φιλόξενον ὄντα καὶ ἱππικὸν καὶ εἰρηνικὸν καὶ δίκαιον· ἱππικὸν μὲν, ὡς χαίροντα τροφαῖς ἵππων, φιλόξενον δὲ ὡς πάντα ξένον ὑποδεχόμενον καὶ ἐπὶ τούτῳ χαίροντα, εἰρηνικὸν δὲ ὡς ἡσυχίαν ἀγαπῶντα τὴν φιλοπόλιδα, δίκαιον δὲ ὡς τὴν γνώμην τρέποντα ἐπὶ τὸ καθαρώτατον καὶ ἀμόλυντον.