Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 26
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 26-3
Not analysed yet
a. ἄπονον δ᾿ ἔλαβον: ὡς μετὰ πόνου αὐτοῦ λαβόντος τὴν νίκην. οἱ δὲ χωρὶς πόνου νικῶντες ἄδοξοι. b. ὀλίγοι τινές εἰσιν οἳ χαρὰν ἐκτήσαντο χωρὶς πόνων. c. τὸ ὀλίγοι ἀντὶ τοῦ οὐδείς (Ε 800)· ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς. d. ἄπονον δ᾿ ἔλαβον χάρμα παῦροί τινες: οὗτος μὲν οὖν, φησι, μετὰ πόνου ἔλαβε τὴν νίκην· ὀλίγοι δέ εἰσιν οἱ χωρὶς πόνου νικήσαντες. e. ἢ οὕτως· οὐδένες χωρὶς πόνου χαράν τινος ἔσχον ἔργου. f. οὐδένες πρὶν ἐνεργῆσαι νικῶσί τι. ἡ δὲ νίκη τῷ βίῳ αὐτῶν ἐστι φάος.