Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 27
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 27-2
Not analysed yet
a. ὀφθαλμόν: ὅτι ἔνδοξος, ὡς ὀφθαλμὸς τοῦ σώματος. b. ἢ ὅτι μάντις ὢν προέβλεπε καὶ διὰ τοῦτο διασημότατος ἦν. c. ὀφθαλμὸν ἐμᾶς: ὀφθαλμὸν στρατιᾶς τὸν Ἀμφιάραον ἐκάλεσεν ὡς δυνάμει προὔχοντα καὶ μάντιν ὄντα καὶ προορᾶν τὰ μέλλοντα δυνάμενον· ὀφθαλμὸς γὰρ προὔχει τοῦ σώματος. τοῦτο οὖν καὶ ἐπὶ τούτου λέγει τοῦ νικηφόρου. d. στρατιᾶς ὀφθαλμόν: ἤτοι τὸν ἐν πολέμῳ περίβλεπτον, ἢ τὸν προορᾶν δυνάμενον τὰ μέλλοντα ὡς μάντιν. καὶ δι᾿ ἀμφότερά, φησιν οὖν, ποθῶ αὐτὸν, ὅτι τε μάντις ἀγαθὸς καὶ πολεμιστὴς (ἀπὸ κοινοῦ τὸ ἀγαθός)· ὅπερ ἔξεστιν εἰπεῖν καὶ τῷ Ἀγησίᾳ τῷ δεσπότῃ τοῦ ὕμνου. τί δὲ αὐτῷ πάρεστιν ὃ καὶ τῷ Ἀμφιαράῳ; καὶ μάντις καὶ ἀνδρεῖος τὰ ἐν μάχαις.