Ancient Greek
Scholia in Olympionicarum carmen IV., Line 28
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 28-3
Not analysed yet
a. οὐ ψεύδεϊ τέγξω: οὐ καταβρέξω οὐδὲ ἀφεψήσω καθάπερ ὕδατι ψεύδει τὸν λόγον. οἷον οὐ ψεύσομαι. b. οὐ ψεύδεϊ τέγξω: οὐκ εἰς ὑπερβολὴν τραπήσομαι ψευσάμενος. c. ἤτοι οὐ κρύψω τὸν λόγον τῷ ψεύδει· κρύπτεται γὰρ τἀληθῆ ὑπὸ τῶν ψευδῶν. d. ἢ οὕτως· οὐ ποιήσω τὸν λόγον ἀσθενέστερον, ἀπὸ μεταφορᾶς τῶν βρεχομένων· ταῦτα γὰρ ἀσθενέστερα γίνεται. e. οὐ μιανῶ οὖν, φησιν, οὐδὲ βρέξω τὸν λόγον μου ψεύδει· ἀντὶ τοῦ οὐ ψεύσομαι περὶ τῶν ἐγκωμίων τῶν τοῦ Ψαύμιδος λέγων.