Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 29
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 29.Part e
Not analysed yet
e. ἡ οὖν διάνοια αὕτη· σὺ μὲν, ὦ Ζεῦ, παράσχοις πάντα τὰ κάλλιστα, καὶ πρὸς τῇ οὔσῃ εὐδαιμονίᾳ πλείονα δοίης ἀγαθά. εἰ δέ τι ἐν τοῖς φθάσασι χρόνοις συμβέβηκεν ἄτοπον, εἴτε δικαίως εἴτε μὴ, τοῦτο οὐχ οἷόν τέ ἐστιν, οὐδὲ αὐτῷ τῷ χρόνῳ, ὥστε μὴ γεγενημένον ποιῆσαι. τὸ γὰρ γενόμενον ἀγένητον ποιῆσαι ἀδύνατον· ἴσως δὲ λήθη ἄν τις γένοιτο τῶν κακῶν, ἀγαθῆς μοίρας διαδεξαμένης.