Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 30
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 30-2
Not analysed yet
a. ἀνδρὶ κώμου δεσπότᾳ: τῷ ἐγκωμιαζομένῳ. b. οἷον τῷ Ἀμφιαράῳ ὑπῆρξεν, τοιοῦτόν φησι καὶ τούτῳ ἶσον ὑμνούμενον. ἦν γὰρ ἀνὴρ ἀγαθὸς καὶ μάντις ὁ Ἀγησίας. c. κώμου δεσπότᾳ: τῷ Ἀγησίᾳ. φησὶ γὰρ καὶ τὸν Ἀγησίαν μεθ᾿ Ἱέρωνος στρατευσάμενον πολλοὺς πολέμους κατωρθωκέναι μαντείᾳ καὶ ἀρετῇ.