Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 31
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 31-2
Not analysed yet
a. καὶ παρὰ Κασταλίᾳ: οὐ μόνον γὰρ Ὀλύμπια ἐνίκησεν, ἀλλὰ καὶ Πύθια· Κασταλία γὰρ κρήνη ἐν Πυθοῖ. b. παρὰ Κασταλίᾳ: ὡς καὶ Πύθια νικήσαντος τοῦ Διαγόρου. c. παρὰ Κασταλίᾳ: ἐνίκησε γὰρ καὶ Πύθια· ἡ δὲ Κασταλία κρήνη ἐν Πυθῶνι. πρὸς δὲ τοῦτο κοινῶς συναπτέον τὸ στεφανωσάμενον, παρά τε Ἀλφειῷ καὶ Κασταλίᾳ.