Ancient Greek
Scholia in Olympionicarum carmen IV., Line 31
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 31.Part b
Not analysed yet
b. ἡ πεῖρα ἤλεγξε καὶ τὸν Ἐργῖνον· ὃν ἔλαβεν εἰκόνα. δοκεῖ γὰρ παρ᾿ ἱστορίαν λέγειν· οὐ γὰρ ἐν Λήμνῳ τελευτᾷ Θόας ὁ πατὴρ Ὑψιπύλης, ἀλλ᾿ αὐτὴ μὴ ἀνελοῦσα αὐτὸν λάρνακι ξυλίνῳ βαλοῦσα κατέβαλεν ἐν θαλάσσῃ, ὡς Ἀπολλώνιος (Ι, 620)· οἴη δ᾿ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ Λῆμνον ἄνασσεν· λάρνακι δ᾿ ἐν κοίλῃ μιν ὕπερθ᾿ ἁλὸς ἧκε φέρεσθαι, αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν. πῶς οὖν λέγει αὐτὸν ἐν Λήμνῳ τεθάφθαι καὶ ἐπ᾿ αὐτῷ ἀγῶνα ποιῆσαι Ὑψιπύλην; ἀλλ᾿ ἔξεστι πλάττειν τοῖς ποιηταῖς ἃ βούλονται.