Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 31
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 31.Part x
Not analysed yet
οὐδ᾿ ἂν χρόνος ὁ πάντων πατήρ: τῶν δὲ πεπραγμένων ἔργων τὸ τέλος ἀποίητον καὶ ἀγένητον θέμεν οὐδ᾿ ἂν ὁ πάντων πατὴρ χρόνος δύναιτο, ἀλλ᾿ ἔστιν ἀδύνατον. |καὶ Ὅμηρος (Ι 249)· οὐδέ τι μῆχος ῥεχθέντος κακοῦ ἔστ᾿ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν φράζεσθαί σ᾿ ἄνωγα.