Ancient Greek
Scholia in Olympionicarum carmen IV., Line 32
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 32.Part c
Not analysed yet
c. ἡ δὲ ἱστορία τοιαύτη· Ὑψιπύλης ἀγῶνα ἐπιτελούσης ἐπιτάφιον Θόαντι τῷ πατρὶ Λημνίων βασιλεῖ, συμβέβηκεν ἀπιόντας ἐπὶ τὸ χρυσοῦν δέρας τοὺς Ἀργοναύτας ἐκεῖσε γενέσθαι, καὶ προτραπέντας εἰς τὸν ἀγῶνα ἀγωνίσασθαι. εἷς ὢν οὖν αὐτῶν ὁ Ἐργῖνος νεώτερος μὲν τῷ χρόνῳ, προπόλιος δὲ τὴν κόμην, ὡς μὴ ἱκανὸς ἀγωνίσασθαι διὰ τὴν ὄψιν τῶν πολιῶν ἐγελᾶτο ὑπὸ τῶν γυναικῶν καὶ ἐπεκερτομεῖτο. ὡς δὲ διὰ τῶν ἔργων ἐδείχθη ὑπερβαλλόμενος τοὺς ἀγωνιστάς· ἦσαν δὲ οἱ τοῦ Βορέου παῖδες Ζήτης καὶ Κάλαϊς· |ἐπαύσατο ἡ κατ᾿ αὐτοῦ γινομένη χλεύη, καὶ τοὐναντίον ἐθαυμάσθη. διὰ τοῦτο οὖν λέγει τὴν πεῖραν πεπαυκέναι τῆς ὕβρεως τῆς κατ᾿ αὐτοῦ τὰς Λημνιάδας γυναῖκας.