Ancient Greek
Scholia in Olympionicarum carmen III., Line 33
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 33.Part a
Not analysed yet
a. ἤδη γὰρ αὐτῷ: περὶ τοῦ χρόνου καθ᾿ ὃν ἄγεται τὰ Ὀλύμπια καθ᾿ ἑκάστην Ὀλυμπιάδα, καὶ Κώμαρχος ὁ τὰ περὶ Ἠλείων συντάξας φησὶν οὕτως· πρῶτον μὲν οὖν παντὸς περίοδον συνέθηκεν ἐν τῇ ἡμέρᾳ . . . . ἄρχειν νουμηνίαν μηνὸς ὃς Θωσυθιὰς ἐν Ἤλιδι ὀνομάζεται, περὶ ὃν τροπαὶ ἡλίου γίνονται χειμεριναί· καὶ -πα- Ὀλύμπια ἄγεται η΄ μηνί· ἑνὸς δὲ ὄντος διαφέροντων τῇ ὥρᾳ, τὰ μὲν ἀρχομένης τῆς ὀπώρας, τὰ δὲ ὑπ᾿ αὐτὸν τὸν ἀρκτοῦρον. ὅτι δὲ καὶ ἄγεται ὁ ἀγὼν, καὶ αὐτὸς ὁ Πίνδαρος μαρτυρεῖ.