Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 34
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 34-3
Not analysed yet
a. τρίπολιν νᾶσον: τὴν Ῥόδον κατὰ τρεῖς πόλεις ᾤκουν, ὥς φησιν ὁ ποιητής (Β 655)· οἳ Ῥόδον ἀμφενέμοντο διάτριχα κοσμηθέντες, Λίνδον Ἰηλυσόν τε καὶ ἀργιόεντα Κάμιρον. Δίδυμος δέ φησι καὶ τετάρτην εἶναι πόλιν τὴν νῦν Ἀχαΐαν καλουμένην. b. τρίπολιν νᾶσον: τὴν Ῥόδον· ὡς Ὅμηρος (l. c.) · οἳ Ῥόδον ἀμφενέμοντο διάτριχα κοσμηθέντες, Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. ἔκγονοι δὲ Ἡλίου ἀφ᾿ ὧν αἱ πόλεις ὠνομάσθησαν· Λίνδος, Ἰηλυσὸς, Κάμειρος, παῖδες Κερκάφου τοῦ Ἡλίου καὶ Κυδίππης τῆς Ὀχίμου θυγατρός. e. ἄλλως· τρίπολιν εἶπε τὴν Ῥόδον διὰ τὸ ἔχειν τρεῖς πόλεις, Λίνδον, Ἰηλυσὸν καὶ Κάμειρον.