Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 35
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 35.Part b
Not analysed yet
b. [Ἀσίας ἐμβόλῳ:] δύναται καὶ ἑτέρως ἑρμηνεύεσθαι τὸ πέλας ἐμβόλῳ ναίοντας. ἡ γὰρ Ῥόδος ἀντικρὺ κεῖται τῆς Λυκίας καὶ πλησίον· ἐν Λυκίᾳ δέ ἐστι πόλις Ἀρύκανδα λεγομένη, ἧς πλησίον ἱερόν τι χωρίον, ὃ πρότερον μὲν Ἔμβολος ἐκαλεῖτο |διὰ τὴν θέσιν τοῦ χωρίου· ἐκ γὰρ πολλῶν καὶ πλατέων τῶν παρακειμένων πετρῶν εἰς ὀξὺ λήγει μέρος ἡ χώρα· |νῦν δὲ προσονομάζεται Τριήρης ἀπὸ τῆς αὐτῆς αἰτίας, ἐπεὶ ὥσπερ πλοίῳ προσέοικεν ἡ θέσις τοῦ τόπου. |ἐπεὶ οὖν μάλιστα ἐν τούτῳ τῷ τόπῳ θρησκευτήριόν ἐστιν Ἡλίου, Ῥόδιοι δὲ ἐξ Ἠλίου, διὰ τοῦτο ὡς οἰκειοτέρου καὶ προσφόρου μέμνηται τοῦ τόπου. δύναται δὲ καὶ ἀπὸ τῆς ἐκ μέρους περιφράσεως νοεῖσθαι τῇ τῆς Λυκίας πλησίον ὑπαρχούσῃ.