Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 37
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 37-2
Not analysed yet
a. ὦ Φίντις: Δωριεῖς -λ- εἰς τὸ -ν-, ὅταν ἐπιφέρηται ἢ τὸ -θ- ἢ τὸ -τ-. ὄνομα δὲ κύριον ὁ Φίντις Δωρικῶς λεγόμενον, οὗ τὸ κοινὸν ὁ Φίλτις ἐστίν. τῇ δὲ κλητικῇ οὐκ ἐχρήσατο ἀλλὰ τῇ εὐθείᾳ (Hom. Γ 277)· Ἠέλιος ὃς πάντ᾿ ἐφορᾷς. b. ἔστι δὲ ἡνίοχος Ἀγησίου τῆς ἀπήνης. c. ὦ Φίντις: οὗτος ἦν ἡνίοχος τῆς ἀπήνης. d. ὦ Φίντις, ἀλλὰ ζεῦξον: ὁ νοῦς· ἀλλ᾿ ὦ Φίντι, ζεῦξον ἤδη τὰς ἡμιόνους μοι. τροπικῷ δὲ τῷ λόγῳ χρῆται. δοκῶν γὰρ προσκαλεῖσθαι τὸν ἡνίοχον, τὴν ἑαυτοῦ ψυχὴν σπουδάσαι πρὸς τὸν ὕμνον προτρέπεται, καί φησιν· ἀντὶ τοῦ, γενοῦ τοι πρόφασις. e. ἢ ἔστω μοι ἀφορμὴ τοῦ ὕμνου Φίντις [δὲ] ὁ ἡνίοχος καὶ τὰ ἅρματα τῶν ἡμιόνων. f. ὦ Φίντις: Δωρικῶς ἐσχημάτισται· εἴη δ᾿ ἂν κατὰ τὴν ἡμετέραν διάλεκτον Φίλτις. οἱ Δωριεῖς γὰρ τὸ -λ- εἰς -ν- μετατιθέασι, ὅταν ᾖ εἴτε τὸ -τ- εἴτε τὸ -θ-.