Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 37
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 37-3
Not analysed yet
a. ὑπὸ Κλεωνᾶν δάμασε: Δωρικῶς· ὑπὸ Κλεωνῶν. b. ὄνομα πόλεως Ἀργολικῆς. |c. τινὲς δὲ δῆμον Λακωνικόν. d. ἐδάμασε δὲ Εὔρυτον καὶ Κτέατον, ἤτοι ἀπέκτεινεν αὐτούς. e. ἐφόδῳ ἀντὶ τοῦ λόχῳ (Hom. A 151)· ἢ ὁδὸν ἐλθέμεν, ἀντὶ τοῦ ἐνέδραν ἐλθεῖν. f. ἀπέκτεινε δὲ αὐτοὺς |πορευομένους ἐπὶ τὸν Ἰσθμικὸν ἀγῶνα. g. τὸ δὲ ὅτι πρόσθε ποτέ τὴν αἰτίαν ἀποδιδοὺς τοῦ γεγενημένου ὁ Πίνδαρός φησιν.