Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 37
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 37.Part b
Not analysed yet
b. ὁ δ᾿ ἐπαντέλλων χρόνος μὴ κάμοι: μήποτε οὖν ἐν παντὶ τῷ ἐπιόντι χρόνῳ λίποι τὸ τοιοῦτον, μηδὲ κάμοι αὐτὸς ὁ χρόνος τοῦτο πράττων. ἔστι δὲ τοῦτο μέσον παρεμβληθέν· ἐπεὶ ἡ ἀκολουθία· κίονα δαιμονίαν Δωριεῖ λαῷ, καὶ τὰ ἑξῆς· ἵν᾿ ᾖ· τὴν Αἴγιναν τὴν χώραν, |ἥτις ἐστὶ κίων τῶν ξένων, ἡ κρίσις τῶν θεῶν ὑπέστησεν, ὑπὸ τοῦ Δωριέως λαοῦ βασιλευομένην μετὰ τὸν Αἰακόν.