Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 38
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 38-5
Not analysed yet
a. εἰ σύν τινι μοιριδίῳ: εἰ σύν τινι μηχανῇ παρὰ Μοιρῶν δεδομένῃ μοι τῶν Χαρίτων ἐπινέμομαι κῆπον καὶ μὴ παρὰ φύσιν βιάζομαι. b. ἄλλως· εἴπέρ τινι θείᾳ μοίρᾳ τὸν ἐξαίρετον τῶν Χαρίτων κῆπον (τὸν ποιητικὸν λέγει) καρποῦμαι τοῦτον. οἶδε γὰρ αὑτὸν εὐφυῶς μὲν γράφοντα, εἰ δὲ χάρις τοῖς ποιήμασιν ἐπακολουθήσει, ἀγνοεῖ. c. μοιριδίῳ παλάμᾳ: δαιμονίᾳ μηχανῇ καὶ τέχνῃ.