Ancient Greek
39.Part c to 39.Part d
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 39.Part c-Part d
Not analysed yet
c. ἄλλως· ἕπεται δὲ λόγος: οὗτος ὁ λόγος ἀκολουθεῖ καὶ ταῖς τοῦ Κάδμου κόραις· μεγάλων γὰρ κακῶν τυχοῦσαι, πάλιν ἐκ μεταβολῆς μεγάλων ἀγαθῶν ἐκοινώνησαν. εὖ δὲ τῶν Κάδμου θυγατέρων τὸ παράδειγμα φέρει· ἄνωθεν γὰρ Θηβαῖος ὁ Θήρων. d. εὐθρόνοις: τοῦτο πρὸς τὴν διαδεξαμένην εὐτυχίαν ἀκουστέον.