Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 39
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 39.Part f
Not analysed yet
f. ὄφρα κελεύθῳ: ἀλληγορεῖ καί φησιν· ἵνα δικαίᾳ καὶ καθαρᾷ ὁδῷ, τῇ τῶν λόγων, ἐπιβήσωμεν τὸ ὄχημα, ἀντὶ τοῦ ὑμνήσωμεν . . . καὶ προσηκόντως· |καὶ ἵνα πρὸς τὸ γένος ἵκωμαι τῶν ἀνδρῶν, λέγει δὲ τῶν προγόνων τοῦ Ἀγησίου· ἵκωμαι δὲ ἐν αὐταῖς, διὰ τῶν ἐγκωμίων· ἐκεῖναι γὰρ, αἱ ἡμίονοι τοῦ Ἀγησίου, παρὰ τὰς ἄλλας πάσας ἐπίστανται καὶ δύνανται ἡγεμονεῦσαι ταύτην τὴν ὁδόν· ποίαν ὁδόν; τὴν τῶν ὕμνων· ἐπειδὴ τοὺς ἐν Ὀλυμπίᾳ στεφάνους ἐδέξαντο.