Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 4
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 4-3
Not analysed yet
a. πάξομεν: κυρίως μὲν τὸ πῆξαι ἐπὶ τῆς τῶν ξύλων ἁρμογῆς λέγεται, νῦν δὲ καταχρηστικῶς ἀντὶ τοῦ κατασκευάσομεν. b. ἀρχομένου δ᾿ ἔργου: δύναται τῷ δέ συνδέσμῳ ἀντὶ τοῦ γάρ χρῆσθαι· ἵνα ᾖ ἡ ἀρχὴ οἷον, ὥσπερ ἄλλοι ἀρχόμενοι ἔργου κοσμοῦσι τὰ πρόθυρα, οὕτω κοσμήσομεν καὶ ἡμεῖς τὸ προοίμιον· χρὴ γὰρ παντὸς ἔργου πρόσωπον τηλαυγὲς εἶναι. τοῦτο δὲ λέγει ἐπειδὴ τὰ περὶ αὐτοῦ προτερήματα κατ᾿ ἀρχὴν τῆς ᾠδῆς λέγει. c. ἀρχομένου δ᾿ ἔργου: ὁ δὲ ἀντὶ τοῦ γάρ. ἡ γὰρ ἀκολουθία· παντὸς γὰρ ἔργου, φησὶν, ἀρχομένου περίβλεπτον καὶ ἐξαίρετον δεῖ ποιεῖν τὸ τῆς προσόψεως. d. τὴν εἰσβολὴν καὶ τὴν ἀρχήν. e. λαμπρὰν καὶ ἐπίσημον.