Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 4
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 4-4
Not analysed yet
a. ἐμπύροις τεκμαιρόμενοι: ἀντὶ τοῦ ἐμπείρων, φησὶ, γινώσκουσι, τίνα ὁ Ζεὺς ἐκ . . . . τῶν ἀνθρώπων τῶν τὴν ἀρετὴν φιλούντων· τὴν δὲ ἀρετὴν καὶ παραμυθίαν τῶν πόνων ζητοῦσιν, οἱ μὲν ἀγαθῶν, οἱ δὲ τῶν κακῶν ἀναβολήν. b. παραπειρῶνται: ἡ παρά περισσή· ἔστι γὰρ πειρῶνται. c. ἢ ἡ παρά ἀντὶ τῆς ἀπό· ἔστι γὰρ ἀπο- πειράζουσιν. d. ἀποπειρῶνται οἱ μάντεις καὶ ἐπιζητοῦσι μαθεῖν διὰ τῶν ἐμπύρων τεκμαιρόμενοι καὶ εὑρίσκοντες τὰ σημεῖα. περὶ ποίων δὲ ἀνθρώπων ἀποπειρῶνται; περὶ τῶν ζητούντων καὶ ἐπιθυμούντων μεγάλην ἀρετὴν κτήσασθαι ἐκ τῆς νίκης καὶ σπουδαζόντων ἀναπνοὴν λαβεῖν ἐκ τῶν κατεχόντων μόχθων.