Ancient Greek
Scholia in Olympionicarum carmen I., Line 40
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 40.Part c
Not analysed yet
c. ἄλλως· λέγεται τῆς Δήμητρος ἀπογευσαμένης τῶν τοῦ Πέλοπος ὠμείων κρεῶν ἐλεφάντινον τὸν Ἑρμῆν ὦμον προσαρμόσαι τῷ Πέλοπι. τούτου φασὶ καὶ ὑμόμνημα τοὺς Πελοπίδας φέρειν λευκότητά τινα κατὰ τὸν ὦμον. τὸ ἐπὶ τοῦ ὤμου τοῦ Πέλοπος οἱ μὲν λευκόν τι ὡς διὰ τὸν ἐλέφαντα ἔφασαν, οἱ δὲ λόγχην ἐπὶ τὸν βραχίονα, οἱ δὲ ἐπὶ τὸν ἀριστερὸν βραχίονα Γοργόνα, |οἱ δὲ ἐπὶ τῆς ὠμοπλάτης τρίαιναν μαρτυροῦσαν τῷ τοῦ Ποσειδῶνος ἔρωτι.