Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 41
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 41.Part a
Not analysed yet
a. τὸν παῖς ὁ Λατοῦς: ἰδίως φησὶν ὁ Δίδυμος καὶ τούτοις χρήσασθαι τὸν Πίνδαρον· τὸν γὰρ Ποσειδῶνα καὶ Ἀπόλλωνα εἰς τὴν τοῦ τείχους κατασκευήν φησι τὸν Αἰακὸν προσλαβεῖν. καὶ τὸν λόγον ἀποδίδωσί, φησίν, ἵνα διὰ τούτου τοῦ μέρους τοῦ ὑπὸ Αἰακοῦ οἰκοδομηθέντος ἁλώσιμος γένηται ἡ Ἴλιος. παρ᾿ οὐδενὶ δὲ πρεσβυτέρῳ Πινδάρου ἡ ἱστορία· ὁ δὲ Εὐφορίων φησίν (fr. 58 M.) · ἦ γὰρ δὴ Φοῖβός τε Ποσειδάων τ᾿ ἐκάλεσσαν Αἰακὸν, οὐκ ἀβοήθητα περὶ κρήδεμνα δέμοντες.