Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 42
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 42-2
Not analysed yet
a. πιτνεῖ: ἢ πίπτει ἢ προκατάρχει. b. πιτνεῖ: καταπίπτει. c. τὸ δὲ βαρὺ πένθος πιτνεῖ καὶ ἀφανίζεται τῶν κρεισσόνων διαδεξαμένων ἀγαθῶν. d. ἄλλως· ἡττᾶται γὰρ τὸ κακὸν ὑπὸ τῶν ἀγαθῶν, καὶ λύσις ἐστὶ τῆς συμφορᾶς ὅταν ἀγαθόν τι ἐπιγίνηται. e. ἐὰν δὲ χωρὶς τοῦ σ γράφηται, ἔσται τὸ νόημα τοιοῦτον· πρὸ τῶν ἀγαθῶν τοῖς ἀνθρώποις τὰ κακά· ὅπερ καὶ ἐν ἑτέρῳ φησίν (fr. 225)· ὁπόταν θεὸς ἀνδρὶ χάρμα πέμψῃ, πάρος μέλαιναν καρδίαν ἐστυφέλιξεν.