Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 42
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 42.Part b
Not analysed yet
b. Ἀστυδαμείας: Ὅμηρος ταύτην Ἀστυόχην φησὶν, οὐκ Ἀστυδάμειαν. εἰκὸς δὲ τὸν Πίνδαρον ἀπαντῆσαι ταύτῃ τῇ γραφῇ (Β 658)· ὃν τέκεν Ἀστυδάμεια βίῃ Ἡρακληείῃ. καὶ Ἡσίοδος δὲ (fr. 134 Rz.) Ἀστυδάμειαν αὐτήν φησι, Φερεκύδης δὲ (FHG I, 82) Ἀστυγένειαν. ἦν δὲ Φύλαντος θυγάτηρ· τινὲς δὲ ἐξ Ἀντιγόνης αὐτῷ Τληπόλεμόν φασιν· ἐνταῦθα δὲ Ἀμύντορος αὐτήν φησιν ὁ Πίνδαρος, Ἡσίοδος δὲ (l. l.) καὶ Σιμωνίδης Ὀρμένου. εἰκὸς δὲ ὅτι ὁ Πίνδαρος παρὰ τῶν κατὰ τὴν πόλιν λογίων ἤκουσεν Ἀμυντορίδας εἶναι Ῥοδίους μητρόθεν.