Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 42
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 42.Part x
Not analysed yet
κατὰ δαίμον᾿ ἄνδρες: ἀγαθοί, φησιν, ἄνδρες κατὰ ἀνδρείαν καὶ |σοφοὶ κατὰ σύνεσιν ἐκ θεοῦ μοίρας ἐγένοντο. τοῦτο δὲ παραδεικνὺς παραβάλλει τὸν Ἡρακλέα, ὅτι εἰ μὴ κατὰ θεοῦ μοῖραν ἐγεγόνει τοιοῦτος, οὐκ ἄν ποτε ὑπέστη ἀντιστῆναι Ἀπόλλωνι καὶ Ποσειδῶνι καὶ Ἅιδῃ Ἡρακλῆς.