Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 44
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 44.Part a
Not analysed yet
a. πῶς ἂν τριόδοντος: ἰδίως κἀν τούτοις ὁ Πίνδαρος Ἡρακλέα γράφει τοῖς τρισὶ πολεμῆσαι θεοῖς. δεδόσθω γὰρ αὐτῷ, φησιν ὁ Δίδυμος, περὶ τὴν ὑπὸ Νέστορι Πύλον συστῆναι τὴν μάχην, Ὁμήρου τὴν ἐν Ἅιδου πύλην νεκύων πύλον εἰρηκότος (Ε 397)· ἐν πύλῳ ἐν νεκύεσσι βαλών. εἴη δ᾿ ἂν ὁ Πίνδαρος τὰ καὶ τόποις καὶ χρόνοις διεστῶτα εἰς ἕνα καιρὸν ἄγων ἕνεκα τοῦ μειζόνως ἢ ὡς ἔσχε ταῖς ἀληθείαις τὸν Ἡρακλέα ἐπαινεῖν. Ἀπόλλωνι μὲν γὰρ Ἡρακλῆς ἐν Πυθῶνι περὶ τοῦ τρίποδος μάχεται, |τῷ Ἅιδῃ δὲ ὅτε τὸν Κέρβερον ἀνήγαγε, Ποσειδῶνι δὲ ἀμύνοντι Πύλῳ.