Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 46
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 46-2
Not analysed yet
a. τοῦτο δ᾿ ἀμήχανον: ἀμήχανον δέ ἐστι τοῦτο εὑρεῖν καὶ προγνῶναι, ὅπερ νῦν τε καὶ κατὰ τὸ παρὸν δυστύχημα φερόμενον πρὸς τὸ τέλος λυσιτελήσει. καὶ τοὐναντίον βούλεται λέγειν, ὅτι τῷ Τληπολέμῳ τὸ κατὰ φύσιν δυστύχημα εἰς ἀγαθὸν ἀπέβη, Ῥόδον οἰκήσαντι καὶ βασιλείας καὶ τιμῆς ἀξιωθέντι. b. ἄλλως· ἀδύνατόν ἐστι τοῦτο εὑρεῖν τὸ περιτυχεῖν ἀνδρὶ καὶ γνῶναι τὸ φέρτατον. c. ἀντὶ τοῦ τὸ ἀποβησόμενον ἀφ᾿ οὗ τις γεννηθῇ μέχρι τέλους. d. τοῦτο δ᾿ ἀμήχανον: καὶ τὸ τοιοῦτον γνῶναι ἀδύνατόν ἐστι· τὸ ποῖον; ὁποῖόν τε νῦν καὶ ἐπὶ τοῦ παρόντος βέλτιστόν ἐστι καὶ ἐν ὑστέρῳ· οἷον εἰ καὶ ἐν τῇ τελευτῇ ἕξει τις καλόν. ἡ δὲ ἀπότασις πρὸς τὸν Τληπόλεμον. e. τοῦτο δ᾿ ἀμάχανον εὑρεῖν: τὴν παροῦσαν καὶ τὴν μέλλουσαν εὐδαιμονίαν ἀμήχανόν ἐστιν εὑρεῖν. ὁ γὰρ Τληπόλεμος |ἐν ἀρχῇ ἀτυχήσας ὕστερον ἐβασίλευσε τῆς Ῥόδου.