Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 46
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 46.Part c
Not analysed yet
c. πρὸς Πιτάναν δὲ παρ᾿ Εὐρώτα πόρον: ὁ Ἀγησίας γένει μὲν ἦν Ἀρκὰς καὶ Ἀργεῖος ὡς ἀπὸ Ἰάμου οὕτω· Πιτάνη γὰρ γέγονεν Εὐρώτα Λακωνικοῦ ποταμοῦ· ᾗ συνελθὼν Ποσειδῶν ἐγέννησεν Εὐάδνην τινά. αὕτη τὸ γεννηθὲν ἐκπέμπει λαθραίως εἰς Ἀρκαδίαν τρέφεσθαι παρὰ Αἰπύτῳ τῷ Ἐλάτου παιδί. ταύτην τὴν Εὐάδνην ἐν ἀκμῇ γενομένην διεκόρησεν ὁ Ἀπόλλων, καὶ ἔτεκεν Ἴαμον, ἀφ᾿ οὗ οἱ Ἰαμίδαι μάντεις κατὰ τὴν Πίσαν, εἰς οὓς τὸ γένος ἀνάγει ὁ Ἀγησίας· καὶ οὕτως εὑρίσκεται ὡς μὲν ἀπὸ τῆς Πιτάνης Ἀργεῖος, ὡς δὲ ἀπὸ Ἰάμου καὶ Εὐάδνης τῆς ἐν Ἀρκαδίᾳ Ἀρκάς.