Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 46
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 46.Part x
Not analysed yet
ἁνίκ᾿ ἀμφὶ Πύλον: ὅτι παρακήκοεν Ὁμήρου λέγοντος (Ε 397)· ἐν πύλῳ ἐν νεκύεσσι. διὸ καὶ μεμυθολόγηκε τὰ περὶ τὴν Πύλον τοῦ Νέστορος. Ὅμηρος δὲ οὐκ ἐν Πύλῳ λέγει τῇ πόλει, ἀλλ᾿ ἐν πύλῃ τῇ τοῦ Ἅιδου φησὶν αὐτὸν μάχεσθαι.