Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 48
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 48.Part c
Not analysed yet
c. ἅ τοι Ποσειδάωνι μιχθεῖσα: ἥτις μιχθεῖσα τῷ Ποσειδῶνι Πιτάνη λέγεται τὴν ἰοπλόκαμον (ἀπὸ μέρους τὴν καλὴν) Εὐάδνην τεκεῖν, καὶ διαλαθεῖν ἐγκυμονοῦσαν, καὶ κρύψαι τὴν ὠδῖνα τὴν ἑαυτῇ δοκοῦσαν παρθενίαν. παρθένιοι δὲ λέγονται παῖδες οἱ κρύφα τικτόμενοι παρὰ τῶν ἔτι νομιζομένων εἶναι παρθένων. οὕτω που καὶ Ὅμηρος ἐν τῷ καταλόγῳ τῶν Ἀχιλλέως νηῶν φησι (Π 179)· τῆς δ᾿ ἑτέρης Εὔδωρος ἀρήιος ἡγεμόνευε παρθένιος.