Ancient Greek
Poem 5, Line 0
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 5.0.Part insc_c
Not analysed yet
Inscr. c. περὶ δὲ τῆς ἀπήνης Πολέμων φησί· ἤγετο δὲ ἐν Ὀλυμπίᾳ ἀπήνης ἀγὼν, καί εἰσιν οἱ ἀγωνισάμενοι ἡμίονοι· καταλυθῆναι δὲ τοῦτο τὸ ἀγώνισμα κατὰ τὴν οδ΄ Ὀλυμπιάδα καὶ εἶναι ιγ΄ νίκας. τὴν δὲ ἀπήνην λαμπήνην λεγέσθαι ὑπὸ Τεγεατῶν φησιν ὁ Πολέμων· οἱ δὲ, Θετταλῶν εἶναι τὴν λέξιν. ἐτυμολογεῖται δὲ ἀπήνη αἰπεινή τις οὖσα διὰ τὴν ὑπερτερίαν· διὸ καὶ ὑψηλᾶν ἀρετᾶν τὸν Πίνδαρον λέγειν ὁ λόγος.