Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 50
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 50-2
Not analysed yet
a. ἰοπλόκαμον: ἡ Πιτάνη πρόγονός ἐστι τῶν Ἰαμιδῶν. γίνεται γὰρ Ποσειδῶνος καὶ Πιτάνης Εὐάδνη· Εὐάδνης δὲ καὶ Ἀπόλλωνος Ἴαμος ὁ μάντις, ἀφ᾿ οὗ καὶ Ἰαμίδαι. δύο δέ εἰσιν Εὐάδναι· μία μέν ἐστιν ἡ Ποσειδῶνος καὶ Πιτάνης, ἑτέρα δὲ Ἰφίτου, ἣν καὶ Ἰάνειραν· ἣν ἔγημε Καπανεύς. ἡ δὲ Λακωνικὴ Πιτάνη Εὐρώτα τοῦ ποταμοῦ γενεαλογεῖται, ὡς Σωσίβιος (FHG II, 627). b. ἡ ἡρωίνη, ἀφ᾿ ἧς καὶ ἡ πόλις.