Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 51
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 51-2
Not analysed yet
a. λέγοντι δέ: ἀντὶ τοῦ καὶ ἐν θαλάσσῃ· πρῶτος γὰρ ὁ σύνδεσμος, εἶτα ἡ πρόθεσις. b. λέγοντι δ᾿ ἐν καὶ θαλάσσᾳ: φασὶ δὲ καὶ τὴν Ἰνὼ Κάδμου θυγατέρα μετὰ τῶν θυγατέρων τοῦ Νηρέως ἐν τῇ θαλάσσῃ διὰ παντὸς τοῦ χρόνου ἄφθαρτον οὖσαν διάγειν καὶ τετάχθαι. |αὕτη δὲ ἡ Λευκοθέα Νηρηὶς γενομένη. c. οὕτως γὰρ, ἤγουν Λευκοθέα, καλεῖται. ἡ γὰρ Ἰνὼ μεταξὺ Βοιωτίας καὶ Ἀττικῆς φυγοῦσα ἦλθεν εἰς τὸν Ἰσθμὸν καὶ ἐκεῖθεν ἥλατο εἰς τὴν θάλασσαν. d. μαρτυρεῖ δὲ καὶ Ὅμηρος (Ε 333)· τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ, Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα, νῦν δ᾿ ἁλὸς ἐν πελάγεσσι θεῶν ἐξέμμορε τιμῆς.